Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
  • ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  • αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,
  • καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  • ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
  • εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
  • ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας
  • ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
  • ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,
  • ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
  • μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
  • νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,
  • αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
  • ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
  • Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
  • πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
  • ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
  • βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  • ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
  • πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  • τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
  • πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
  • ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  • ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  • Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  • παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
  • αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
  • ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
  • εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
  • ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
  • ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
  • δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
  • μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  • δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  • ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  • αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
  • ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  • ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  • ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
  • αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  • λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  • καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
  • αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
  • μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  • μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
  • ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
  • ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
  • Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
  • ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
  • ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
  • ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
  • κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
  • ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
  • ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  • ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
  • ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
  • ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·
  • φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  • ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
  • ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
  • ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
  • ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
  • ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
  • τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
  • ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
  • ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
  • ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
    1. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
    2. νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
    3. ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
    4. ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
    5. βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
    6. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
    7. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
    8. Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
    9. ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
    10. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
    11. τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
    12. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
    13. ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
    14. ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
    15. ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
    16. ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
    17. οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
    18. οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
    19. ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
    20. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
    21. εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
    22. ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
    23. ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
    24. ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
    25. βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
    26. ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
    27. πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
    28. τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
    29. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
    30. ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
    31. ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
    32. Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
    33. παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
    34. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
    35. ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
    36. ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
    37. ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
    38. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
    39. παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
    40. πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
    41. ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
    42. οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
    43. θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
    44. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
    45. μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
    46. δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
    47. ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
    48. αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
    49. ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
    50. αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
    51. πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
    52. οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
    53. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
    54. ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
    55. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
    56. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
    57. Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
    58. ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
    59. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
    60. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    61. ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
    62. Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
    63. ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
    64. ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
    65. ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
    66. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
    67. πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
    68. Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
    69. οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
    70. νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
    71. ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
    72. μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
    73. νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
    74. ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
    75. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
    76. ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
    77. ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
    78. τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
    79. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    80. ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
    81. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
    82. ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
    83. εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
    84. ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
    85. Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
    86. τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
    87. τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
    88. ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
    89. αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
    90. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
    91. χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
    92. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    93. τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
    94. ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
    95. ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
    96. αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
    97. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
    98. κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
    99. καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
    100. νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
    101. τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
    102. λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
    103. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
    104. ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
    105. αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
    106. ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
    107. Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
    108. βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
    109. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
    110. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
    111. καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
    112. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
    113. νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
    114. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
    115. νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
    116. ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
    117. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
    118. ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
    119. αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
    120. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
    121. ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
    122. εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
    123. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
    124. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
    125. οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
    126. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
    127. ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
    128. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
    129. καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
    130. ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
    131. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
    132. οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
    133. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
    134. πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
    135. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
    136. γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
    137. ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
    138. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    139. Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
    140. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
    141. μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
    142. ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
    143. ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
    144. εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
    145. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
    146. ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
    147. ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
    148. αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
    149. ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
    150. ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
    151. Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
    152. αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
    153. ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
    154. καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
    155. τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
    156. ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
    157. μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
    158. Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
    159. πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
    160. ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
    161. νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
    162. εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
    163. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    164. μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
    165. ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
    166. οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
    167. γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
    168. ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
    169. Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
    170. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
    171. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
    172. ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
    173. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
    174. εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
    175. ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
    176. ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
    177. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
    178. ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
    179. ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
    180. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
    181. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
    182. σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
    183. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
    184. σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
    185. Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
    186. δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
    187. πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
    188. ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
    189. δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
    190. ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
    191. ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
    192. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
    193. πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
    194. φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
    195. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
    196. σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
    197. οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
    198. οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
    199. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
    200. οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
    201. τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
    202. ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
    203. σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
    204. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
    205. μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
    206. τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
    207. τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
    208. ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
    209. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
    210. μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
    211. ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
    212. ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
    213. ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
    214. ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
    215. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
    216. ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
    217. οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
    218. ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
    219. οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
    220. ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
    221. δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
    222. ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
    223. ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
    224. ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
    225. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
    226. ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
    227. ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
    228. αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
    229. αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
    230. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
    231. σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
    232. οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
    233. αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
    234. ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
    235. ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
    236. ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
    237. φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
    238. ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
    239. ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
    240. καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
    241. τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
    242. ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
    243. πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
    244. κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
    245. λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
    246. αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
    247. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
    248. χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
    249. τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
    250. ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
    251. νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
    252. αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
    253. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
    254. ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
    255. τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
    256. ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
    257. ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
    258. τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
    259. Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
    260. τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
    261. ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
    262. καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
    263. οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
    264. πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
    265. ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
    266. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
    267. ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
    268. γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
    269. καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
    270. τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
    271. μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
    272. ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
    273. γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
    274. γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
    275. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
    276. Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
    277. ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
    278. ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
    279. ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
    280. πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
    281. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
    282. γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
    283. ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
    284. ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
    285. ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
    286. Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
    287. τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
    288. τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
    289. τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
    290. ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
    291. ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
    292. ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
    293. δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
    294. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
    295. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
    296. καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
    297. θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
    298. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
    299. ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
    300. Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
    301. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
    302. οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
    303. ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
    304. τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
    305. τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
    306. εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
    307. καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
    308. Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
    309. οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
    310. καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
    311. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
    312. εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
    313. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
    314. φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
    315. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
    316. Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
    317. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
    318. ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
    319. ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
    320. ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
    321. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
    322. κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
    323. ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
    324. ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
    325. Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
    326. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
    327. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
    328. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
    329. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
    330. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
    331. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
    332. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
    333. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
    334. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
    335. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
    336. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
    337. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
    338. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
    339. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
    340. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
    341. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
    342. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
    343. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
    344. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
    345. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
    346. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
    347. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
    348. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
    349. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
    350. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
    351. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
    352. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
    353. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
    354. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    355. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
    356. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
    357. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
    358. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
    359. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
    360. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
    361. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
    362. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
    363. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
    364. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
    365. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
    366. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
    367. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
    368. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
    369. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
    370. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
    371. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
    372. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
    373. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
    374. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
    375. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
    376. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
    377. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    378. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
    379. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
    380. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
    381. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
    382. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
    383. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
    384. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
    385. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
    386. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
    387. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
    388. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
    389. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
    390. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
    391. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
    392. πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
    393. ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
    394. οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
    395. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
    396. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
    397. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
    398. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
    399. ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
    400. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
    401. ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
    402. βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
    403. ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
    404. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
    405. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    406. οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
    407. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
    408. οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
    409. ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
    410. ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
    411. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
    412. ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
    413. νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
    414. οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
    415. ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
    416. ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
    417. μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
    418. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
    419. ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
    420. κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
    421. οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
    422. Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
    423. ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
    424. βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
    425. νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
    426. χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
    427. ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
    428. ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
    429. οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
    430. κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
    431. ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
    432. οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
    433. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
    434. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
    435. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    436. ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
    437. ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
    438. ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
    439. σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
    440. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
    441. τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
    442. μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
    443. ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
    444. ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
    445. λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
    446. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
    447. ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
    448. ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
    449. νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
    450. ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
    451. καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
    452. ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
    453. ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
    454. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
    455. κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
    456. νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
    457. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
    458. εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
    459. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
    460. ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
    461. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
    462. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    463. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
    464. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
    465. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
    466. ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
    467. ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
    468. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
    469. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
    470. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
    471. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
    472. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
    473. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    474. σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
    475. πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
    476. ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
    477. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    478. ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
    479. ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
    480. εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
    481. οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
    482. γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
    483. οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
    484. πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
    485. Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
    486. ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
    487. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
    488. μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
    489. βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
    490. ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
    491. ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
    492. ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
    493. ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
    494. εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
    495. ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
    496. ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
    497. οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
    498. οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
    499. τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
    500. πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
    501. εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
    502. τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
    503. οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
    504. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    505. ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
    506. αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
    507. πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
    508. αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
    509. ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
    510. ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
    511. αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
    512. Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
    513. αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
    514. οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
    515. ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
    516. πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
    517. πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
    518. ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
    519. ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
    520. ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
    521. Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
    522. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
    523. αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
    524. Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
    525. ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
    526. ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
    527. δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
    528. κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
    529. οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
    530. δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
    531. ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
    532. καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
    533. ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
    534. μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
    535. ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
    536. οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
    537. γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
    538. ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
    539. φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
    540. γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
    541. αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
    542. ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
    543. οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
    544. νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
    545. τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
    546. τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
    547. παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
    548. ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
    549. τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
    550. Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
    551. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
    552. τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
    553. Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
    554. οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
    555. οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
    556. τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
    557. ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
    558. ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
    559. αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
    560. ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
    561. ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
    562. ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
    563. ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
    564. ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
    565. ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
    566. ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
    567. τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
    568. ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
    569. χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
    570. ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
    571. ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
    572. τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
    573. θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
    574. τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
    575. χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
    576. καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
    577. κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
    578. γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
    579. δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
    580. Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
    581. Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
    582. καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
    583. ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
    584. στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
    585. ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
    586. τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
    587. γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
    588. δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
    589. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
    590. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
    591. τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
    592. τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
    593. καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
    594. λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
    595. ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
    596. λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
    597. ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
    598. αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
    599. αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
    600. ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
    601. τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
    602. εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
    603. τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
    604. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
    605. ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
    606. πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
    607. γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
    608. δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
    609. σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
    610. χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
    611. ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
    612. ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
    613. μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
    614. ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
    615. ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
    616. καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
    617. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    618. ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
    619. ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
    620. Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
    621. εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
    622. δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
    623. καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
    624. φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
    625. τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
    626. Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
    627. ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
    628. αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
    629. ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
    630. καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
    631. Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
    632. ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
    633. ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
    634. μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
    635. ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
    636. αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
    637. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
    638. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
    639. τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
    640. πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
    1. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
    2. νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
    3. νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης
    4. οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
    5. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
    6. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
    7. ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
    8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
    9. δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
    10. οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
    11. φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,
    12. θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
    13. αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,
    14. τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
    15. πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
    16. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην
    17. ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα
    18. ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ
    19. σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
    20. ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
    21. σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
    22. δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
    23. ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
    24. αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
    25. πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
    26. σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
    27. ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
    28. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
    29. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
    30. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
    31. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
    32. οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
    33. ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
    34. εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
    35. αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
    36. καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
    37. ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,
    38. ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
    39. Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
    40. ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
    41. ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
    42. Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
    43. οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
    44. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
    45. ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
    46. ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
    47. ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
    48. κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
    49. τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
    50. δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
    51. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
    52. ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
    53. εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
    54. οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
    55. αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
    56. ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
    57. ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
    58. θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
    59. ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
    60. κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
    61. Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
    62. τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
    63. τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
    64. ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
    65. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
    66. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
    67. ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
    68. κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
    69. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
    70. Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
    71. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
    72. ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
    73. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
    74. ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
    75. κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
    76. κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
    77. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
    78. οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
    79. πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
    80. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
    81. πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
    82. νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
    83. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
    84. τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
    85. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
    86. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
    87. γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
    88. γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
    89. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
    90. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
    91. σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
    92. πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
    93. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
    94. ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
    95. αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
    96. δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
    97. κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
    98. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
    99. παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
    100. φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
    101. τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
    102. πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
    103. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
    104. τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
    105. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
    106. δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
    107. οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
    108. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
    109. νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
    110. ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
    111. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    112. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
    113. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
    114. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
    115. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
    116. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
    117. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
    118. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
    119. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
    120. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
    121. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
    122. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
    123. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
    124. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
    125. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
    126. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
    127. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
    128. βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
    129. ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
    130. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
    131. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
    132. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
    133. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
    134. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
    135. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
    136. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
    137. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
    138. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
    139. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
    140. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
    141. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
    142. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
    143. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
    144. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
    145. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
    146. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
    147. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
    148. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
    149. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
    150. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
    151. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
    152. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
    153. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
    154. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
    155. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
    156. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
    157. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
    158. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
    159. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
    160. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
    161. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
    162. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
    163. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
    164. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
    165. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
    166. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
    167. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
    168. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
    169. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
    170. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
    171. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
    172. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
    173. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
    174. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
    175. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
    176. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
    177. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
    178. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
    179. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
    180. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
    181. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
    182. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
    183. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
    184. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
    185. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
    186. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
    187. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
    188. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
    189. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
    190. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
    191. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
    192. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
    193. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
    194. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
    195. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
    196. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
    197. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
    198. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
    199. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
    200. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
    201. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
    202. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
    203. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
    204. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
    205. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
    206. αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
    207. μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
    208. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
    209. οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
    210. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
    211. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
    212. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
    213. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
    214. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
    215. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
    216. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
    217. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
    218. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
    219. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
    220. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
    221. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
    222. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
    223. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
    224. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
    225. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
    226. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
    227. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
    228. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
    229. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
    230. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
    231. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
    232. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
    233. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
    234. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
    235. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
    236. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
    237. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
    238. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
    239. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
    240. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
    241. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
    242. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
    243. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
    244. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
    245. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
    246. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
    247. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
    248. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
    249. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
    250. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
    251. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
    252. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
    253. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
    254. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
    255. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
    256. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
    257. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
    258. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
    259. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
    260. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
    261. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
    262. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
    263. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
    264. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
    265. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
    266. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
    267. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
    268. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
    269. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
    270. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
    271. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
    272. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
    273. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
    274. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
    275. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
    276. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
    277. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
    278. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
    279. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
    280. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
    281. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
    282. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
    283. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
    284. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
    285. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
    286. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
    287. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
    288. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
    289. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
    290. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
    291. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
    292. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
    293. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
    294. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
    295. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
    296. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
    297. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
    298. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
    299. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
    300. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
    301. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
    302. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.