Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
  • τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
  • πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
  • ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
  • ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
  • ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
  • ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
  • ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
  • πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
  • αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
  • ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
  • θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
  • ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
  • αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  • καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  • νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  • σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  • εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  • ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
  • ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
  • Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
  • χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
  • ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
  • τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,
  • θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
  • ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
  • δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
  • πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
  • πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
  • ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
  • λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
  • ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
  • ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
  • ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
  • οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν
  • ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
  • τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
  • φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
  • ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
  • καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
  • ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
  • πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
  • σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
  • αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
  • βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
  • οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
  • ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
  • ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
  • πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
  • ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
  • μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
  • δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς
  • ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
  • τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
  • καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
  • σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
  • ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
  • ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
  • ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
  • αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,