Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
  • ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
  • ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
  • πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
  • ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  • πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
  • χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
  • ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
  • ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
  • αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
  • ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
  • τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
  • ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
  • πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
  • τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
  • ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
  • φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
  • ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
  • δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
  • ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
  • ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
  • ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
  • μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
  • μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
  • ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
  • ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
  • ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
  • μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν
  • ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
  • Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  • νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
  • ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
  • ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
  • ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
  • ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  • ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  • θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
  • οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
  • ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
  • σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
  • ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
  • φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
  • ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
  • ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
  • εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
  • εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
  • ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
  • αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
  • ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
  • ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
  • οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
  • εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  • μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
  • αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  • καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
  • ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
  • τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
  • γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων