καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντοτέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέωνἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰπορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζαςἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρναἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιεπολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,