φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειταεὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντεεὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύειςἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,