εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύειςἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντοτέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων