ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶφάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειταεὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε