ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνωνκαί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλονἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·