οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκηπάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαινανἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ