Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
  2. ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
  3. οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
  4. ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
  5. νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
  6. ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
  7. ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  9. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  10. εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
  11. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  12. Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
  13. νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
  14. νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
  15. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
  16. αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
  17. μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  18. εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς