Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
- αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
- θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
- ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
- ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
- ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
- Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
- Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
- πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
- ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
- ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
- ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
- Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
- ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
- πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
- Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,