Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
- ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
- τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
- ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
- πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
- ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
- ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
- εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
- ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
- κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
- αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
- νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
- Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
- τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
- Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
- ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
- μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
- ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
- καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
- ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
- οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
- ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
- ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
- πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
- τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
- αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
- καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
- τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
- Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
- ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
- κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
- μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
- κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
- ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
- ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
- γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
- ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
- ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
- οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
- γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
- οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
- οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
- ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
- ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
- Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
- υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
- ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
- οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
- τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
- τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
- δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
- Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
- ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
- ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
- τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
- Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
- τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
- πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
- ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
- εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
- ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
- δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
- ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
- ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
- καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
- ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
- πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
- βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
- ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
- ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
- βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
- εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
- αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
- οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
- βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
- οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
- θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
- τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
- ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
- τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
- ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.