Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  2. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  3. σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
  4. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
  5. ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  6. ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  7. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  8. πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  9. κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  10. ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  11. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  12. ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  13. εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  14. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  15. σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  16. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  17. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  18. φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  19. ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  20. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
  21. νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
  22. ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
  23. πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
  24. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
  25. καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  26. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  27. αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
  28. ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
  29. σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
  30. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  31. ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
  32. ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
  33. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
  34. ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
  35. δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
  36. τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
  37. ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
  38. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  39. μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
  40. δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
  41. αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
  42. καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
  43. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  44. ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
  45. θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
  46. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
  47. θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
  48. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
  49. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
  50. ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
  51. λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
  52. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
  53. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
  54. κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
  55. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  56. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  57. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  58. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  59. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  60. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  61. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  62. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  63. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  64. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  65. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  66. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  67. τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
  68. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  69. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  70. μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
  71. τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
  72. αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
  73. ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
  74. τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
  75. τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
  76. ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
  77. σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
  78. οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
  79. ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
  80. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  81. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  82. ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
  83. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  84. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  85. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  86. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  87. κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  88. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  89. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  90. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  91. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  92. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,