Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  2. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  3. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  4. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
  5. νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
  6. ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  7. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.