Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
  2. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  3. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  4. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  5. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  6. κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  7. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.