Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  2. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  3. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  4. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  5. τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
  6. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  7. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
  9. τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
  10. αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
  11. ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
  12. τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
  13. τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
  14. ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
  15. σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
  16. οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
  17. ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
  18. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  19. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  20. ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει