Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
- ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
- θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
- μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
- θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
- αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
- τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
- ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
- λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
- τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
- κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
- ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
- ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
- δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
- Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
- ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·