εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃςἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·