Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  • δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  • εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  • σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  • τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  • οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  • ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  • ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
  • φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
  • ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
  • δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
  • ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
  • τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  • πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  • ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  • ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
  • οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
  • ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.