ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺςφάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴηἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱδῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.