Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
- ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
- ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
- οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
- τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
- ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
- δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
- εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
- σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
- τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
- οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
- ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
- ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
- φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
- ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
- δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
- ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
- τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
- πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.