Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
  2. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  4. μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
  5. ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
  6. νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
  7. οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
  8. ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
  9. εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
  10. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  11. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  12. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
  13. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  14. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  15. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  16. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  17. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  18. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  19. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,