Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
  2. εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
  3. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
  4. δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
  5. αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
  6. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  8. μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
  9. ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
  10. νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
  11. οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
  12. ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
  13. εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
  14. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  15. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  16. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
  17. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  18. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  19. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  20. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  21. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  22. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  23. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  24. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  25. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  26. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  27. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  28. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
  29. ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  30. δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  31. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  32. σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  33. τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  34. οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  35. ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  36. ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
  37. φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
  38. ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
  39. δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
  40. ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
  41. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  42. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  43. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  44. ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
  45. οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
  46. ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
  47. εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
  48. αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  49. μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
  50. μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
  51. μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
  52. ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
  53. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  54. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  55. σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
  56. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,