Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
- ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
- οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
- ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
- ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
- ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
- Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
- υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
- νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
- πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
- ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
- νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
- ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
- ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
- ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
- Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
- ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
- γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
- παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
- ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
- νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
- σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
- οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
- ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
- νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
- ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
- αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
- ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
- οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
- οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
- ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
- φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
- αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
- κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
- πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
- Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
- ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
- οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
- ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
- ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
- νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
- τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
- θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·