Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
  2. ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
  3. ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
  4. ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
  5. ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
  6. κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
  7. κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
  8. ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
  9. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
  10. ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
  11. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  12. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  13. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  14. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  15. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  16. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  17. ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
  18. λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
  19. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
  20. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,