Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
  2. εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
  3. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  4. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
  5. οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
  6. ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
  7. χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
  8. οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
  9. πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
  10. εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
  11. ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
  12. φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
  13. δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
  14. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  15. ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
  16. ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
  17. λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
  18. ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
  19. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
  20. ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.