Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
  2. τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
  3. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
  4. ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
  5. Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
  6. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
  7. τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
  8. τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
  9. ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
  10. οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
  11. ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
  12. κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
  13. κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
  14. Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
  15. τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
  16. Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
  17. τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
  18. Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
  19. μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
  20. κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
  21. τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
  22. ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
  23. πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
  24. πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
  25. κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
  26. πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
  27. παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
  28. ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
  29. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
  30. πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
  31. Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
  32. ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
  33. ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
  34. ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
  35. πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
  36. ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
  37. πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
  38. οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
  39. σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
  40. πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
  41. ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
  42. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
  43. ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
  44. πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
  45. βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
  46. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
  47. λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
  48. κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
  49. ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  50. τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
  51. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
  52. βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  53. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
  54. εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
  55. πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
  56. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
  57. ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
  58. νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
  59. ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
  60. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
  61. οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
  62. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  63. Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
  64. χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
  65. ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
  66. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  67. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  68. μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
  69. Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
  70. τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
  71. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
  72. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
  73. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
  74. εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
  75. φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
  76. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
  77. Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
  78. ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
  79. ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
  80. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  81. ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
  82. τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
  83. χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
  84. οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
  85. ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
  86. σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
  87. τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
  88. νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
  89. ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
  90. καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
  91. τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  92. ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
  93. θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
  94. οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
  95. ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
  96. αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
  97. πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
  98. κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
  99. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  100. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  101. πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
  102. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
  103. μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
  104. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  105. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
  106. οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
  107. πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  108. Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
  109. κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
  110. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
  111. Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
  112. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
  113. σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
  114. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
  115. Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
  116. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
  117. κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
  118. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
  119. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
  120. τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
  121. Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
  122. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
  123. Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
  124. Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
  125. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
  126. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
  127. δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
  128. πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  129. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  130. ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
  131. ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
  132. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  133. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  134. κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
  135. πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
  136. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
  137. ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
  138. αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
  139. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
  140. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
  141. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  142. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  143. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  144. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
  145. Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
  146. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
  147. ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  148. αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
  149. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  150. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.