Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
  2. αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
  3. δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
  4. ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
  5. ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
  6. φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  7. ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
  8. τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  9. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
  10. ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  11. φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
  12. ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
  13. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
  14. τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
  15. δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
  16. ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
  17. ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
  18. τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  19. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  20. παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
  21. ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
  22. εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
  23. ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
  24. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  25. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  26. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  27. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
  28. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  29. ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
  30. δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  31. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
  32. ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
  33. τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
  34. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
  35. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
  36. ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
  37. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  38. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  39. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
  40. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  41. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
  42. αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  43. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  44. γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
  45. ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  46. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  47. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  48. τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
  49. πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
  50. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  51. ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
  52. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  53. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  54. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  55. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  56. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  57. οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  58. καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  59. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
  60. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
  61. αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
  62. τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
  63. τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
  64. νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
  65. λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
  66. οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
  67. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  68. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  69. χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
  70. ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
  71. ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
  72. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
  73. ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
  74. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  75. οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
  76. οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  77. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  78. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
  79. ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
  80. κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
  81. οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
  82. αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
  83. ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
  84. μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
  85. ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
  86. ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
  87. ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
  88. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  89. πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
  90. τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
  91. ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
  92. Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
  93. δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
  94. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
  95. τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
  96. εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
  97. τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
  98. Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
  99. Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
  100. ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
  101. Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
  102. τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
  103. ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
  104. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
  105. μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
  106. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
  107. φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
  108. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
  109. καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
  110. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
  111. ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
  112. ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
  113. οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
  114. ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
  115. ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
  116. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
  117. αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
  118. νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
  119. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
  120. ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
  121. νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
  122. εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
  123. ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
  124. ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
  125. ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
  126. ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
  127. ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
  128. αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
  129. Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
  130. ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
  131. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
  132. αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
  133. τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
  134. οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
  135. ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
  136. ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
  137. ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
  138. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
  139. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
  140. ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
  141. οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
  142. Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
  143. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
  144. ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
  145. οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
  146. οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
  147. πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
  148. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
  149. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
  150. ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·