Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  2. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  3. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  4. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  5. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  6. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  7. ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
  8. λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
  9. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
  10. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
  11. κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
  12. εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
  13. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  14. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
  15. οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
  16. ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
  17. χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
  18. οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
  19. πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
  20. εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
  21. ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
  22. φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
  23. δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
  24. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  25. ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
  26. ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
  27. λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
  28. ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
  29. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
  30. ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
  31. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
  32. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  33. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  34. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  35. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
  36. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  37. ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
  38. δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  39. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
  40. ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
  41. τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
  42. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
  43. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
  44. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
  45. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  46. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  47. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
  48. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  49. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
  50. αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  51. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  52. γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
  53. ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  54. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  55. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  56. τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
  57. πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
  58. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  59. ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
  60. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  61. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  62. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  63. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  64. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  65. οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  66. καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  67. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
  68. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
  69. τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
  70. καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
  71. ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
  72. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  73. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  74. δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
  75. ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
  76. ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
  77. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
  78. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
  79. αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
  80. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
  81. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
  82. ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
  83. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
  84. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  85. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  86. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  87. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  88. ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
  89. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
  90. δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
  91. πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
  92. τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
  93. πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
  94. ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
  95. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  96. τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
  97. καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
  98. τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
  99. τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
  100. Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
  101. δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
  102. τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
  103. στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  104. αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
  105. ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
  106. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  107. χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
  108. οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
  109. ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
  110. εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
  111. αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
  112. μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
  113. ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
  114. οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
  115. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
  116. αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
  117. ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
  118. ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
  119. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
  120. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
  121. πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
  122. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
  123. ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
  124. πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
  125. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
  126. Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  127. καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  128. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
  129. τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
  130. Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
  131. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  132. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  133. νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,
  134. πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·
  135. χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
  136. ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
  137. ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ
  138. δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
  139. ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
  140. δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
  141. νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
  142. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
  143. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  144. κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ
  145. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  146. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
  147. ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
  148. μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
  149. ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
  150. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·
  151. στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
  152. αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
  153. δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
  154. ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
  155. ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
  156. φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  157. ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
  158. τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  159. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
  160. ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  161. φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
  162. ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
  163. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
  164. τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
  165. δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
  166. ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
  167. ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
  168. τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  169. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  170. παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
  171. ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
  172. εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
  173. ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
  174. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  175. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  176. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  177. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
  178. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  179. ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
  180. δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  181. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
  182. ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
  183. τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
  184. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
  185. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
  186. ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
  187. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  188. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  189. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
  190. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  191. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
  192. αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  193. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  194. γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
  195. ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  196. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  197. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  198. τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
  199. πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
  200. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  201. ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
  202. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  203. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  204. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  205. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  206. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  207. οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  208. καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  209. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
  210. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
  211. αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
  212. τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
  213. τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
  214. νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
  215. λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
  216. οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
  217. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  218. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  219. χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
  220. ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
  221. ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
  222. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
  223. ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
  224. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  225. οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
  226. οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  227. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  228. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
  229. ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
  230. κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
  231. οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
  232. αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
  233. ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
  234. μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
  235. ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
  236. ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
  237. ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
  238. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  239. πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
  240. τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
  241. ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
  242. Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
  243. δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
  244. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
  245. τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
  246. εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
  247. τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
  248. Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
  249. Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
  250. ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
  251. Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
  252. τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
  253. ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
  254. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
  255. μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
  256. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
  257. φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
  258. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
  259. καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
  260. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
  261. ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
  262. ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
  263. οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
  264. ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
  265. ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
  266. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
  267. αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
  268. νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
  269. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
  270. ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
  271. νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
  272. εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
  273. ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
  274. ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
  275. ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
  276. ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
  277. ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
  278. αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
  279. Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
  280. ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
  281. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
  282. αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
  283. τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
  284. οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
  285. ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
  286. ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
  287. ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
  288. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
  289. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
  290. ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
  291. οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
  292. Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
  293. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
  294. ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
  295. οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
  296. οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
  297. πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
  298. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
  299. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
  300. ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
  301. οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
  302. ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
  303. ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
  304. Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
  305. πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
  306. κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
  307. τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
  308. ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
  309. γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
  310. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
  311. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
  312. Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
  313. τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  314. οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
  315. Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
  316. ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
  317. κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
  318. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
  319. οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
  320. μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
  321. διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
  322. εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
  323. ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
  324. εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
  325. ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
  326. ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
  327. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
  328. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  329. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  330. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  331. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
  332. ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
  333. ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
  334. ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
  335. νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
  336. ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
  337. Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
  338. ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  339. αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
  340. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  341. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
  342. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
  343. δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
  344. εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  345. βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
  346. πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
  347. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
  348. οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
  349. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
  350. νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
  351. οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
  352. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
  353. μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
  354. ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
  355. λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
  356. γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
  357. οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
  358. φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
  359. ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
  360. τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
  361. μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
  362. παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
  363. τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
  364. πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
  365. μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
  366. ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
  367. Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
  368. [*](This edition omits lines 458-461.)
  369. ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
  370. πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
  371. ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
  372. αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
  373. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  374. ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
  375. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
  376. πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
  377. εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
  378. οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
  379. πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
  380. ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
  381. ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
  382. καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
  383. ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
  384. ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
  385. φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
  386. Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
  387. ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
  388. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
  389. μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
  390. καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
  391. ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
  392. καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  393. ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
  394. οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
  395. πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
  396. ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
  397. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
  398. οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
  399. ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  400. τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
  401. ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  402. ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
  403. ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
  404. νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
  405. τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
  406. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
  407. λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
  408. λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
  409. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
  410. χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
  411. αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.