Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
  2. χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
  3. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
  4. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  5. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
  6. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  7. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  8. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  9. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  10. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  11. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  12. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  13. ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  14. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
  15. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
  16. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  17. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
  18. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
  19. ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
  20. αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
  21. ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
  22. θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
  23. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
  24. οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
  25. Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
  26. οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
  27. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  28. ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
  29. κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
  30. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
  31. σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
  32. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
  33. φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
  34. ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
  35. Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
  36. εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
  37. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
  38. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  39. πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
  40. μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
  41. ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
  42. ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  43. ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  44. Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
  45. στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
  46. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  47. ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
  48. σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
  49. ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
  50. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  51. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  52. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
  53. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
  54. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
  55. Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
  56. εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
  57. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  58. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
  59. ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
  60. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
  61. Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
  62. μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
  63. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
  64. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
  65. υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
  66. ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
  67. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  68. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  69. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  70. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
  71. κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
  72. ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
  73. Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
  74. ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
  75. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  76. καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
  77. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  78. βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
  79. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
  80. δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
  81. τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
  82. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
  83. δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
  84. Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
  85. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
  86. νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
  87. σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
  88. δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
  89. οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
  90. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
  91. ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
  92. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  93. Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
  94. Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
  95. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
  96. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  97. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
  98. εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
  99. ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
  100. καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
  101. τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
  102. ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
  103. αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
  104. ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
  105. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
  106. Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
  107. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
  108. νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
  109. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
  110. πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
  111. ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
  112. ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
  113. ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
  114. τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
  115. τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
  116. σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
  117. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  118. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  119. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  120. γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
  121. νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
  122. νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
  123. ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
  124. ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
  125. ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
  126. μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
  127. ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
  128. Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
  129. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  130. Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
  131. νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
  132. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  133. ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
  134. οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
  135. ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
  136. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
  137. ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
  138. πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
  139. αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
  140. δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
  141. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
  142. αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
  143. ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
  144. σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
  145. καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
  146. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
  147. ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
  148. οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
  149. πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
  150. εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,