Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
  2. αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
  3. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
  4. Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
  5. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
  6. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
  7. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  8. τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
  9. πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
  10. εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  11. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
  12. καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
  13. εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
  14. αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
  15. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  16. πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
  17. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  18. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  19. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  20. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  21. εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
  22. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  23. αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
  24. πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
  25. ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
  26. ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
  27. πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
  28. Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
  29. στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
  30. Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
  31. Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
  32. τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
  33. οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
  34. νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
  35. ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
  36. ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
  37. ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
  38. αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
  39. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  40. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
  41. νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
  42. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
  43. νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
  44. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
  45. ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
  46. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
  47. μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
  48. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
  49. εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
  50. τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
  51. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  52. Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
  53. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  54. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  55. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  56. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
  57. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  58. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  59. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  60. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  61. Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
  62. στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
  63. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
  64. παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
  65. βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
  66. αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
  67. εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
  68. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
  69. Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
  70. Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
  71. καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
  72. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  73. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  74. τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
  75. στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
  76. Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
  77. βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
  78. πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  79. καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
  80. τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
  81. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
  82. αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
  83. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
  84. πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
  85. ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
  86. ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
  87. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
  88. Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
  89. ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
  90. παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
  91. ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
  92. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
  93. πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
  94. τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
  95. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  96. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
  97. καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
  98. υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
  99. τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
  100. καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
  101. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
  102. καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
  103. ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
  104. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  105. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
  106. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
  107. ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
  108. ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
  109. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  110. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  111. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  112. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
  113. Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
  114. ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  115. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
  116. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
  117. βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
  118. ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
  119. θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
  120. αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
  121. αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
  122. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
  123. ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
  124. στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
  125. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
  126. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  127. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  128. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
  129. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  130. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
  131. οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
  132. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
  133. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
  134. ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
  135. ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
  136. ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
  137. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
  138. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  139. φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
  140. οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  141. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  142. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  143. Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
  144. Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
  145. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
  146. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  147. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
  148. ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
  149. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
  150. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς