Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
  2. σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
  3. ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  4. κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
  5. ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,
  6. οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
  7. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
  8. οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
  9. εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
  10. ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
  11. φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
  12. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
  13. καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
  14. πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
  15. τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
  16. Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
  17. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
  18. εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
  19. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
  20. ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.