Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
  2. ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
  3. οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
  4. ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
  5. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  6. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  7. εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
  8. πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
  9. χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
  10. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
  11. μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
  12. κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  13. ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
  14. εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
  15. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  16. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
  17. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
  18. οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  19. δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
  20. ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα