Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  2. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
  3. ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
  4. νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
  5. ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
  6. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
  7. εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
  8. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
  9. ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
  10. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  11. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  12. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  13. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  14. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  15. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  16. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  17. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  18. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  19. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  20. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι