Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  • ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  • τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  • δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  • ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  • εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  • τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  • σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  • Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  • εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  • τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  • καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  • τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  • ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  • σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  • καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  • νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
  • ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
  • ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
  • ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.