Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  2. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  3. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
  4. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  5. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  6. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  7. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  8. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  9. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  10. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  11. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  12. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
  13. καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
  14. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  15. εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
  16. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
  17. τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  18. ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
  19. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  20. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  21. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  22. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  23. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  24. νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
  25. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
  26. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  27. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  28. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  29. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  30. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  31. πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
  32. τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
  33. ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
  34. τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
  35. αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
  36. βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
  37. τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
  38. οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
  39. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
  40. ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
  41. πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  42. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
  43. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  44. ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
  45. ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
  46. μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
  47. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
  48. Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
  49. δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
  50. τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  51. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  52. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  53. δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
  54. δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
  55. ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
  56. ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
  57. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  58. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
  59. ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  60. Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
  61. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
  62. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
  63. ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
  64. αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
  65. ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
  66. κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
  67. πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
  68. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  69. Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
  70. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  71. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  72. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  73. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
  74. καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
  75. ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
  76. εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  77. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  78. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
  79. παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
  80. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  81. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  82. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
  83. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
  84. ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
  85. τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
  86. νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
  87. στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
  88. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
  89. ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
  90. εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
  91. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  92. κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  93. ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
  94. πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
  95. κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
  96. οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
  97. καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
  98. παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
  99. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  100. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  101. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  102. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  103. μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
  104. μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
  105. ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  106. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  107. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
  108. καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
  109. Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
  110. ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
  111. ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
  112. οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
  113. γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
  114. ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
  115. ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
  116. ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
  117. οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
  118. πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
  119. Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
  120. στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
  121. ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
  122. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
  123. ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
  124. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  125. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
  126. οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
  127. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
  128. ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
  129. δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
  130. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
  131. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  132. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
  133. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  134. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  135. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  136. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
  137. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
  138. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
  139. ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
  140. πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  141. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
  142. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  143. ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
  144. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
  145. ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
  146. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
  147. θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
  148. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  149. Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  150. ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
  151. οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  152. τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  153. ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
  154. τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
  155. τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
  156. ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
  157. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  158. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  159. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
  160. ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
  161. σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
  162. ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  163. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
  164. τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
  165. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
  166. ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
  167. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  168. δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
  169. βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
  170. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
  171. πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
  172. τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
  173. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  174. δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
  175. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
  176. ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  177. ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
  178. ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
  179. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
  180. δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
  181. παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
  182. σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
  183. οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
  184. πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
  185. κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
  1. Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
  2. Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
  3. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  4. αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
  5. κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
  6. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  7. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
  8. πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
  9. αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
  10. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
  11. ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
  12. πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
  13. ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
  14. τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
  15. ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
  16. τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
  17. γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
  18. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
  19. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
  20. πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
  21. ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
  22. Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
  23. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
  24. αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
  25. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
  26. δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
  27. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
  28. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  29. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
  30. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  31. ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
  32. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
  33. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  34. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  35. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
  36. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  37. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  38. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
  39. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  40. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
  41. ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  42. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  43. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  44. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  45. μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  46. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  47. Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
  48. Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
  49. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  50. λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
  51. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
  52. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
  53. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
  54. ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
  55. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
  56. παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
  57. χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
  58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
  59. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  60. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
  61. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  62. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  63. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  64. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  65. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  66. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  67. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  68. ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  69. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
  70. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
  71. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  72. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
  73. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
  74. ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
  75. αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
  76. ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
  77. θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
  78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
  79. οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
  80. Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
  81. οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
  82. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  83. ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
  84. κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
  85. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
  86. σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
  87. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
  88. φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
  89. ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
  90. Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
  91. εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
  92. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
  93. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  94. πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
  95. μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·