Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  2. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  3. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  4. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  5. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  6. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  7. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  8. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  9. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  10. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  11. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  12. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  13. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  14. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  15. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  16. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  17. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  18. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  19. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  20. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  21. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  22. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  23. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  24. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  25. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  26. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  27. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  28. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  29. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  30. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  31. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  32. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  33. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  34. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  35. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  36. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  37. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  38. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  39. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  40. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  41. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  42. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  43. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  44. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  45. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  46. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  47. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  48. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  49. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  50. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  51. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  52. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  53. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  54. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  55. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  56. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  57. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  58. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  59. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  60. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  61. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  62. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  63. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  18. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  19. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  20. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  21. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  22. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  23. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  24. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  25. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  26. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  27. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  28. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  29. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  30. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  31. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  32. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  33. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  34. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  35. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  36. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  37. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  39. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  40. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  41. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  42. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  44. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  45. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  46. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  47. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  48. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  49. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  50. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  51. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
  52. οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
  53. ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
  54. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
  55. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
  56. μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
  57. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
  58. κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
  59. ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
  60. φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
  61. ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
  62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
  63. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
  64. ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
  65. τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
  66. ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  67. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  68. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  69. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
  70. ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
  71. εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
  72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  73. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  74. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  75. δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  76. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  77. εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  78. τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  79. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  80. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  81. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  82. τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  83. καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  84. τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  85. ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  86. σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  87. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων