Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
  2. τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
  3. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
  4. βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
  5. μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
  6. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
  7. ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
  8. Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
  9. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
  10. ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
  11. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
  12. τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
  13. αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
  14. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
  15. ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
  16. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  17. ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
  18. Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
  19. ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
  20. χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
  21. ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
  22. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
  23. αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
  24. κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
  25. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
  26. ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
  27. τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
  28. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  29. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
  30. καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
  31. ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
  32. Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
  33. φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
  34. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
  35. ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
  36. στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
  37. ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
  38. ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
  39. ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
  40. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
  41. τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
  42. καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
  43. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
  44. εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
  45. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
  46. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
  47. εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
  48. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
  49. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  50. καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
  51. ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
  52. ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
  53. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
  54. νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
  55. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
  56. τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
  57. ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
  58. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
  59. ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
  60. ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
  61. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
  62. οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
  63. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  64. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  65. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
  66. Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
  67. ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
  68. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  69. υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
  70. τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
  71. Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
  72. πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
  73. ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
  74. εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
  75. οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
  76. ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
  77. εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
  78. ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
  79. ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
  80. Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
  81. σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
  82. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
  83. ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
  84. ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
  85. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
  86. Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
  87. ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
  88. ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
  89. οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
  90. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  91. ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  92. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  93. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
  94. Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
  95. ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
  96. Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
  97. τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
  98. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
  99. βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
  100. ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
  101. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
  102. ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
  103. ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
  104. μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
  105. σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
  106. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  107. ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
  108. τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
  109. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  110. ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
  111. ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
  112. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
  113. ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
  114. τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
  115. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
  116. Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
  117. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
  118. εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
  119. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  120. δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
  121. Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
  122. Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
  123. κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
  124. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
  125. νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  126. εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  127. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
  128. ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
  129. ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
  130. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
  131. εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
  132. ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
  133. ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
  134. τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
  135. αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
  136. ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
  137. Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
  138. οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
  139. οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
  140. χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
  141. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
  142. Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
  143. ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
  144. Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
  145. Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
  146. ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
  147. λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
  148. ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
  149. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
  150. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  151. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  152. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  153. ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
  154. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  155. εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
  156. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  157. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  158. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
  159. Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
  160. Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
  161. χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
  162. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
  163. χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
  164. πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
  165. δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
  166. ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
  167. τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
  168. δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
  169. κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
  170. ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
  171. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
  172. πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
  173. ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
  174. ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
  175. τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
  176. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
  177. δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
  178. ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
  179. ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
  180. δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
  181. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  182. χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
  183. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
  184. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  185. ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  186. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
  187. αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
  188. τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
  189. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
  190. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
  191. εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
  192. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
  193. ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
  194. Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
  195. Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
  196. ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
  197. μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
  198. τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
  199. ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
  200. Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
  201. λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
  202. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  203. ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
  204. ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
  205. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  206. μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  207. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  208. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
  209. ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
  210. τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
  211. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
  212. ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
  213. ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
  214. λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
  215. τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
  216. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
  217. ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
  218. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
  219. ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
  220. εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
  221. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  222. ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
  223. Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
  224. ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
  225. αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
  226. ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
  227. οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
  228. οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
  229. νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
  230. ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  231. Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
  232. εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
  233. ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
  234. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
  235. ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
  236. ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
  237. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
  238. ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
  239. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
  240. καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
  241. οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
  242. ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
  243. δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
  244. αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
  245. κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
  246. ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
  247. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
  248. καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
  249. ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
  250. ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
  251. Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
  252. τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  253. γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
  254. τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
  255. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
  256. ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
  257. οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
  258. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
  259. ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
  260. τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
  261. Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
  262. γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
  263. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  264. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
  265. μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
  266. ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
  267. ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
  268. τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
  269. τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
  270. ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
  271. Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
  272. νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
  273. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
  274. χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
  275. ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
  276. ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
  277. βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
  278. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
  279. αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
  280. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
  281. Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
  282. τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
  283. δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
  284. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
  285. ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
  286. κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
  287. αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
  288. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  289. πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
  290. ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
  291. καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
  292. ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
  293. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
  294. ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
  295. νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
  296. τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
  297. ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
  298. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  299. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
  300. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
  301. δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
  302. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
  303. καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
  304. τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
  305. φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
  306. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
  307. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
  308. δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
  309. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  310. Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
  311. αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
  312. ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
  313. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
  314. οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
  315. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  316. σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
  317. ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
  318. ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
  319. ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
  320. μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
  321. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  322. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
  323. ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
  324. αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
  325. ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
  326. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
  327. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
  328. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
  329. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
  330. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
  331. Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
  332. τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
  333. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
  334. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
  335. εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
  336. καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
  337. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
  338. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  339. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
  340. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
  341. ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
  342. ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
  343. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
  344. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
  345. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
  346. Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
  347. παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
  1. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
  2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
  3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
  4. μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
  5. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
  6. Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
  7. ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
  8. υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
  9. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  10. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  11. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  12. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
  13. Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
  14. ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
  15. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
  16. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
  17. πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
  18. αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
  19. ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
  20. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
  21. βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
  22. νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
  23. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
  24. πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
  25. ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
  26. ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
  27. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
  28. Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  29. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
  30. Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
  31. ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
  32. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
  33. Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  34. ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
  35. Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
  36. φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
  37. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  38. ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
  39. ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
  40. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
  41. πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
  42. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
  43. πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
  44. Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
  45. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
  46. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  47. πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
  48. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  49. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  50. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  51. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
  52. καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  53. δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
  54. ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
  55. ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
  56. ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
  57. πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
  58. χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
  59. κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
  60. Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
  61. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
  62. αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
  63. ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
  64. οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
  65. λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
  66. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  67. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  68. μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
  69. μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
  70. ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
  71. νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
  72. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  73. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  74. Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
  75. εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
  76. Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
  77. Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
  78. Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
  79. πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
  80. στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
  81. πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
  82. φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
  83. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
  84. ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
  85. καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
  86. Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
  87. μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
  88. νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
  89. οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
  90. πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
  91. εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
  92. θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  93. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  94. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  95. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  96. ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  97. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
  98. ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
  99. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
  100. ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
  101. μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
  102. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
  103. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  104. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  105. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  106. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  107. Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
  108. φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
  109. Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
  110. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  111. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  112. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  113. ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
  114. εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
  115. δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
  116. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  117. ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
  118. ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
  119. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
  120. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
  121. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
  122. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
  123. τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
  124. οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
  125. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
  126. σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
  127. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
  128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
  129. οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
  130. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
  131. δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
  132. ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
  133. σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
  134. θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
  135. θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
  136. δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
  137. δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
  138. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
  139. καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
  140. ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
  141. οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
  142. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  143. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  144. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
  145. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
  146. οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
  147. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  148. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
  149. ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
  150. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
  151. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
  152. ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
  153. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
  154. Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
  155. αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
  156. τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
  157. ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
  158. ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  159. Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
  160. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
  161. κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
  162. πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
  163. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
  164. τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  165. ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
  166. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
  167. κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  168. πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
  169. γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
  170. δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
  171. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
  172. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
  173. προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
  174. ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
  175. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
  176. καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
  177. ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
  178. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
  179. πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
  180. πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
  181. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  182. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
  183. καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
  184. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
  185. καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
  186. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
  187. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
  188. κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
  189. εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
  190. πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
  191. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
  192. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
  193. δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
  194. καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
  195. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
  196. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
  197. Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
  198. Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
  199. ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
  200. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
  201. ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
  202. ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
  203. Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
  204. μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
  205. τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
  206. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
  207. πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
  208. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
  209. μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
  210. ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
  211. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  212. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
  213. ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  214. αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
  215. ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
  216. Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
  217. ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
  218. οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
  219. Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
  220. Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
  221. καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
  222. Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
  223. κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
  224. τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
  225. εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
  226. ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
  227. πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
  228. κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
  229. πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
  230. τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
  231. γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
  232. ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
  233. χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
  234. ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
  235. ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
  236. χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
  237. Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
  238. ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
  239. εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
  240. καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
  241. πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
  242. ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
  243. ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
  244. πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
  245. πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
  246. κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
  247. κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
  248. δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
  249. πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
  250. κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
  251. ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
  252. Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
  253. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  254. τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
  255. ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
  256. μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
  257. ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
  258. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
  259. ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  260. πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
  261. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
  262. ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
  263. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
  264. μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
  265. μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
  266. χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
  267. ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
  268. αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
  269. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  270. ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
  271. πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
  272. ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
  273. τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  274. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  275. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  276. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  277. αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  278. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
  279. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  280. ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
  281. αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
  282. γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
  283. Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
  284. εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
  285. φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
  286. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
  287. κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
  288. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  289. ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
  290. Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
  291. ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
  292. τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
  293. τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
  294. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  295. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  296. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
  297. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
  298. τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
  299. Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
  300. τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
  301. αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
  302. ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
  303. θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  304. εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  305. πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
  306. ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
  307. πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
  308. ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  309. ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
  310. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
  311. ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
  312. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
  313. Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
  314. καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
  315. ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
  316. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
  317. ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
  318. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
  319. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  320. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
  321. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
  322. ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
  323. Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
  324. ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
  325. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
  326. δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
  327. λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
  328. μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
  329. ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
  330. ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
  331. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
  332. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  333. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
  334. τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  335. οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
  336. ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
  337. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
  338. ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
  339. λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
  340. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
  341. ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
  342. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
  343. τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
  344. δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
  345. ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
  346. οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
  347. εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
  348. ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
  349. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
  350. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
  351. ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
  352. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
  353. ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
  354. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
  355. δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
  356. εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  357. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
  358. ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
  359. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
  360. μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
  361. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
  362. Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
  363. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
  364. ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
  365. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
  366. οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  367. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
  368. ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
  369. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  370. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  371. οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
  372. ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
  373. πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
  374. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
  375. ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
  376. εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
  377. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
  378. ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
  379. ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  380. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
  381. τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
  382. Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
  383. οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
  384. οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  385. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
  386. ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
  387. τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
  388. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
  389. μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
  390. ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
  391. τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
  392. εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
  393. Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
  394. ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
  395. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  396. Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  397. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  398. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  399. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  400. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
  401. Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
  402. τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
  403. Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
  404. ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
  405. Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
  406. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  407. δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
  408. παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
  409. σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
  410. πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
  411. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
  412. ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
  413. ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
  414. ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
  415. ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
  416. Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
  417. οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  418. ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
  419. ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
  420. νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
  421. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  422. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  423. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  424. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  425. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  426. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  427. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  428. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  429. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  430. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  431. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  432. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  433. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  434. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  435. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  436. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  437. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  438. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  439. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  440. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  441. ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  442. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  443. αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  444. οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  445. αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  446. ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  447. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  448. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  449. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  450. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  451. οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  452. οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  453. ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  454. ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  455. δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  456. καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  457. καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  458. πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  459. καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  460. Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
  461. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  462. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  463. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  464. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  465. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  466. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  467. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  468. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  469. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  470. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  471. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  472. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  473. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  474. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  475. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  476. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  477. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  478. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  479. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  480. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  481. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  482. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  483. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  484. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  485. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  486. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  487. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  488. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  489. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  490. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  491. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  492. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  493. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  494. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  495. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  496. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  497. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  498. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  499. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  500. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  501. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  502. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  503. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  504. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  505. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  506. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  507. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  508. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  509. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  510. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  511. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  512. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  513. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  514. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  515. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  516. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  517. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  518. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  519. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  520. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  521. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  522. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  523. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  524. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  525. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  526. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  527. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  528. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  529. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  18. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  19. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  20. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  21. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  22. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  23. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  24. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  25. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  26. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  27. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  28. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  29. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  30. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  31. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  32. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  33. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  34. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  35. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  36. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  37. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  39. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  40. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  41. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  42. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  44. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  45. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·