Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
  2. ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  4. αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
  5. ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
  6. φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
  7. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
  8. Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
  9. φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
  10. ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
  11. ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
  12. Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  13. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  14. βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  15. παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
  16. ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
  17. λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
  18. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  19. ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
  20. ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
  21. ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
  22. Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  23. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
  24. βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
  25. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
  26. βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
  27. κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
  28. αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
  29. τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
  30. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
  31. ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
  32. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
  33. αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
  34. πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
  35. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
  36. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
  37. οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
  38. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
  39. οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
  40. ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
  41. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
  42. καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
  43. Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
  44. τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
  45. γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
  46. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  47. καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
  48. τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
  49. Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
  50. οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
  51. ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
  52. τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
  53. ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
  54. ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
  55. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
  56. τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
  57. Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
  58. τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
  59. αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
  60. ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
  61. ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
  62. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
  63. εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  64. ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
  65. ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  66. ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
  67. οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
  68. Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
  69. Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
  70. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  71. αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
  72. Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
  73. ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
  74. ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
  75. Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
  76. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
  77. δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
  78. ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
  79. ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
  80. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  81. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
  82. ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
  83. ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
  84. ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
  85. Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
  86. ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
  87. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
  88. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  89. τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
  90. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
  91. ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
  92. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
  93. φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
  94. ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
  95. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
  96. δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
  97. κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
  98. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  99. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  100. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
  101. σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
  102. αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
  103. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  104. τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
  105. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  106. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  107. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
  108. ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
  109. οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
  110. ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
  111. Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
  112. ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
  113. πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
  114. ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
  115. ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
  116. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
  117. σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
  118. μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
  119. οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
  120. μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
  121. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
  122. ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
  123. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
  124. τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
  125. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
  126. καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  127. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  128. ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  129. ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
  130. ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
  131. ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
  132. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  133. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
  134. ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
  135. ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
  136. εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
  137. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
  138. βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
  139. αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
  140. ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
  141. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
  142. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
  143. ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
  144. αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
  145. πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
  146. ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
  147. ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
  148. Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
  149. ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
  150. Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
  151. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  152. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  153. ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
  154. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
  155. τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
  156. σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
  157. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
  158. πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  159. ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
  160. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
  161. οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
  162. νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
  163. ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
  164. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  165. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
  166. πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
  167. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
  168. ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
  169. Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
  170. Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
  171. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
  172. ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
  173. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  174. οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
  175. οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  176. ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
  177. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
  178. εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
  179. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
  180. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
  181. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
  182. πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
  183. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
  184. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  185. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
  186. τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
  187. οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
  188. ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
  189. ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
  190. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
  191. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
  192. ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
  193. οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
  194. καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
  195. οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
  196. ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
  197. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
  198. Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
  199. ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
  200. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
  201. δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
  202. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
  203. τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
  204. ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
  205. ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
  206. οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
  207. ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
  208. κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
  209. Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
  210. υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
  211. Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
  212. πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
  213. Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
  214. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
  215. γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
  216. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
  217. αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
  218. τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
  219. Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
  220. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
  221. ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
  222. παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
  223. πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
  224. κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
  225. τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
  226. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  227. τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
  228. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
  229. ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
  230. τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
  231. Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
  232. τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
  233. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  234. ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
  235. δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
  236. ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
  237. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
  238. ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
  239. πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  240. χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
  241. κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
  242. ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
  243. νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
  244. ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
  245. τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
  246. σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
  247. τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
  248. Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
  249. μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
  250. ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
  251. ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
  252. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
  253. ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
  254. ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
  255. Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
  256. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
  257. ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  258. οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
  259. ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
  260. ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
  261. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
  262. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  263. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  264. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  265. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  266. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  267. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
  268. ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
  269. κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
  270. τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
  271. ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
  272. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  273. ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
  274. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  275. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  276. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
  277. ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
  278. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
  279. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
  280. ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
  281. τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
  282. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
  283. πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
  284. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
  285. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
  286. ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
  287. ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
  288. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
  289. ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
  290. Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
  291. γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
  292. τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
  293. θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
  294. ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
  295. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
  296. δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
  297. ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
  298. ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
  299. λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
  300. τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
  301. ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
  302. ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
  303. τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
  304. Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
  305. Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
  306. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
  307. βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
  308. ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
  309. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
  310. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
  311. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
  312. ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
  313. ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
  314. ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
  315. ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
  316. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
  317. κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
  318. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
  319. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  320. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
  321. Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
  322. ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
  323. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
  324. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
  325. Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
  326. χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
  327. οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  328. μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
  329. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
  330. ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
  331. ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
  332. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
  333. χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
  334. κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
  335. Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
  336. ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
  337. ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  338. κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
  339. θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
  340. Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
  341. χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  342. τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
  343. στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
  344. ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
  345. ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
  346. τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
  347. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
  348. Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
  349. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  350. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  351. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
  352. ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
  353. ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
  354. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
  355. ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
  356. δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
  357. χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
  358. πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
  359. πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
  1. ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
  2. δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
  3. Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
  4. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
  5. ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
  6. λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
  7. τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
  8. ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
  9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
  10. ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
  11. Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
  12. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
  13. τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
  14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  15. Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
  16. Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  17. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  18. Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
  19. ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
  20. Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
  21. οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
  22. οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
  23. ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
  24. ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
  25. ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
  26. δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  27. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
  28. τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
  29. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
  30. χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
  31. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
  32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
  33. μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
  34. νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
  35. ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
  36. τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
  37. Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
  38. ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  39. ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
  40. πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  41. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  42. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
  44. Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
  45. τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
  46. νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
  47. ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
  48. τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
  49. υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
  50. Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
  51. ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
  52. βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
  53. ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
  54. οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
  55. ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  56. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
  57. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
  58. ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  59. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
  60. Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
  61. τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
  62. ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
  63. ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
  64. οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
  65. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
  66. βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
  67. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
  68. γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
  69. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
  70. ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
  71. ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
  72. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  73. βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
  74. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
  75. ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
  76. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
  77. υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
  78. ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
  79. τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
  80. πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
  81. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
  82. αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
  83. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  84. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
  85. Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
  86. ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
  87. θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
  88. χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
  89. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
  90. οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
  91. ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
  92. πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
  93. ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
  94. Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
  95. τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
  96. θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
  97. αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
  98. καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
  99. θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
  100. ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
  101. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
  102. ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
  103. βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
  104. δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
  105. ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
  106. ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
  107. ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
  108. ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
  109. ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
  110. ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
  111. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
  112. πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
  113. αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
  114. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  115. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  116. εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
  117. δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
  118. δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
  119. ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
  120. δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
  121. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  122. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
  123. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  124. θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
  125. ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
  126. ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
  127. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
  128. ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
  129. τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
  130. μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
  131. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
  132. ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
  133. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  134. Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
  135. καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
  136. δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
  137. ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
  138. χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
  139. τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
  140. ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
  141. αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
  142. αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
  143. ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
  144. ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
  145. τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
  146. τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
  147. πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
  148. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
  149. υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
  150. τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
  151. ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
  152. βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
  153. ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
  154. υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
  155. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
  156. ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
  157. λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
  158. δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
  159. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
  160. εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
  161. ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
  162. πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
  163. ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
  164. βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
  165. ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
  166. τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
  167. βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
  168. Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
  169. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
  170. στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
  171. Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
  172. καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
  173. οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
  174. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
  175. ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
  176. Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
  177. εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
  178. ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
  179. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  180. Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
  181. Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
  182. ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
  183. ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
  184. εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
  185. οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
  186. ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
  187. ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
  188. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
  189. δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
  190. καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
  191. ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
  192. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
  193. ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
  194. καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
  195. πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
  196. ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
  197. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
  198. ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
  199. ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
  200. ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
  201. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
  202. ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
  203. ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
  204. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
  205. τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
  206. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
  207. Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
  208. ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
  209. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
  210. ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
  211. ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
  212. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
  213. πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  214. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
  215. εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
  216. χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
  217. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
  218. μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
  219. πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
  220. ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
  221. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  222. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  223. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
  224. τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
  225. Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
  226. ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
  227. δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
  228. ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  229. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  230. Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
  231. μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
  232. οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
  233. μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
  234. ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
  235. νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
  236. αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
  237. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
  238. τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
  239. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
  240. ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
  241. τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
  242. αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
  243. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
  244. ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
  245. ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
  246. Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
  247. Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
  248. εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
  249. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
  250. θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
  251. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  252. μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
  253. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
  254. οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
  255. ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
  256. ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
  257. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
  258. ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
  259. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  260. αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
  261. ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
  262. αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
  263. Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
  264. ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  265. τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
  266. δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
  267. ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
  268. τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
  269. λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
  270. τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
  271. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
  272. τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
  273. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
  274. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  275. τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
  276. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  277. καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
  278. ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
  279. νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
  280. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
  281. καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
  282. αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
  283. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
  284. βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
  285. δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
  286. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  287. ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
  288. πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  289. αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
  290. ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
  291. ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
  292. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
  293. αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
  294. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
  295. αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
  296. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  297. Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
  298. δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
  299. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
  300. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
  301. τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
  302. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
  303. Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
  304. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  305. τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
  306. ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
  307. θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
  308. ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
  309. ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
  310. γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
  311. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
  312. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
  313. μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
  314. ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
  315. πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
  316. ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
  317. χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
  318. ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
  319. οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
  320. τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
  321. ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
  322. νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
  323. Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
  324. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  325. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
  326. τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
  327. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
  328. ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
  329. αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
  330. ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
  331. γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
  332. τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
  333. οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
  334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
  335. ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
  336. ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
  337. ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
  338. ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
  339. πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
  340. ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
  341. οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
  342. τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
  343. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
  344. καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
  345. κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
  346. χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
  347. τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
  348. εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
  349. ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
  350. εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
  351. ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
  352. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
  353. τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
  354. ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
  355. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
  356. ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
  357. ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
  358. πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
  359. φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
  360. ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
  361. λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
  362. Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
  363. ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
  364. ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
  365. πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
  366. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  367. αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
  368. ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
  369. λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
  370. ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
  371. μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
  372. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
  373. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  374. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  375. τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
  376. οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
  377. οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
  378. Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
  379. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
  380. ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
  381. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
  382. τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
  383. πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
  384. ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
  385. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
  386. παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
  387. χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
  388. καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
  389. εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
  390. Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
  391. ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
  392. τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
  393. δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
  394. βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
  395. τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
  396. εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
  397. ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
  398. αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
  399. κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
  400. ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
  401. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  402. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
  403. σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
  404. ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
  405. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
  406. νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
  407. ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
  408. οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
  409. ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  410. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
  411. φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
  412. μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
  413. ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
  414. κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
  415. ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
  416. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
  417. ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
  418. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
  419. κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
  420. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  421. Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
  422. ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
  423. Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
  424. τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
  425. πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
  426. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  427. καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
  428. οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
  429. ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
  430. ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
  431. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  432. Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
  433. γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
  434. ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
  435. Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
  436. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  437. τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
  438. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  439. δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
  440. φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
  441. ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
  442. ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
  443. ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
  444. μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
  445. Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
  446. Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
  447. ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
  448. ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
  449. αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
  450. αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
  451. ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
  452. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  453. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  454. δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
  455. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
  456. οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
  457. Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
  458. Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  459. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
  460. ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
  461. Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
  462. εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
  463. υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
  464. ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
  465. ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
  466. ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
  467. κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
  468. Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
  469. ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
  470. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  471. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
  472. Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
  473. φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
  474. οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
  475. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
  476. ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
  477. ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
  478. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
  479. τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
  480. ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
  481. κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
  482. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
  483. ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
  484. οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
  485. τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
  486. λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
  487. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
  488. ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
  489. οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
  490. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
  491. ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
  492. νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
  493. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
  494. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  495. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  496. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  497. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  498. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
  499. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
  500. ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
  501. κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
  502. αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
  503. λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
  504. οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
  505. ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
  506. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
  507. θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
  508. πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
  509. Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
  510. Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
  511. οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
  512. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
  513. ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
  514. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
  515. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
  516. καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
  517. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
  518. Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
  519. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
  520. ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
  521. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
  522. ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
  523. νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
  524. ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
  525. ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
  526. πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
  527. ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
  528. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
  529. ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
  530. ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
  531. αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
  532. φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
  533. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
  534. Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
  535. Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
  536. τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
  537. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
  538. ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
  539. νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
  540. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  541. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
  542. υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
  543. τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
  544. ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
  545. Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
  546. ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
  547. Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
  548. ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
  549. Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
  550. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
  551. Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
  552. τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  553. ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
  554. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
  555. ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
  556. τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
  557. σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
  558. ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
  559. τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
  560. καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
  561. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
  562. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ