Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
- πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
- μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
- ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
- λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
- ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
- μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
- τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
- μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
- τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
- οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
- οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
- Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
- οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
- ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
- τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
- πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
- ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
- τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
- παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
- χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
- καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
- εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
- Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
- ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
- τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
- δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
- βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
- τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
- εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
- ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
- αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
- κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
- ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
- τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
- ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
- σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
- ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
- σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
- νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
- ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
- οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
- ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
- τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
- φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
- μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
- ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
- κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
- ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
- ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
- ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
- αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
- κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
- τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
- Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
- ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
- Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
- τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
- πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
- ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
- καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
- οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
- ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
- ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
- γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
- ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
- Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
- τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
- τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
- δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
- φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
- ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
- ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
- ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
- μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
- Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
- Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
- ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
- ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
- αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
- αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
- ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
- δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
- ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
- δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
- Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
- οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
- Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
- Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
- αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
- ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
- Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
- εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
- υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
- ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
- ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
- ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
- κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
- Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
- ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
- Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
- φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
- οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
- τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
- ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
- ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
- καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
- τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
- ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
- κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
- ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
- ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
- οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
- τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
- λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
- μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
- ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
- οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
- σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
- ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
- νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
- ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
- πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
- ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
- οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
- Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
- ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
- ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
- κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
- αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
- λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
- οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
- ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
- οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
- θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
- πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
- Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
- Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
- οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
- αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
- ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
- Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
- ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
- καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
- οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
- Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
- τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
- ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
- οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
- ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
- νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
- ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
- ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
- πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
- ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
- Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
- ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
- ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
- αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
- φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
- ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
- Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
- Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
- τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
- τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
- ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
- νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
- υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
- τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
- ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
- Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
- ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
- Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
- ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
- Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
- τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
- Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
- τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
- ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
- οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
- ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
- τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
- σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
- ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
- τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
- καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
- τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
- σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
- τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
- τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
- βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
- μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
- τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
- ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
- Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
- Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
- ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
- οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
- τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
- αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
- ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
- ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
- τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
- ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
- Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
- ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
- χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
- ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
- Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
- αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
- κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
- δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
- ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
- τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
- τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
- κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
- καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
- ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
- Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
- φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
- τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
- ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
- στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
- ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
- ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
- ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
- αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
- τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
- καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
- ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
- εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
- ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
- ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
- εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
- τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
- στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
- καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
- ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
- ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
- τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
- νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
- τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
- ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
- αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
- ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
- ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
- δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
- οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
- οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
- Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
- ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
- τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
- Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
- πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
- ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
- εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
- οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
- ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
- εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
- ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
- ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
- Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
- σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
- οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
- ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
- ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
- τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
- Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
- ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
- ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
- οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
- σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
- ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
- εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
- Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
- ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
- Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
- τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
- Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
- βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
- ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
- οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
- ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
- ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
- μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
- σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
- Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
- ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
- τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
- μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
- ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
- οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
- ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
- τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
- ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
- Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
- καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
- δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
- Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
- Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
- κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
- ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
- νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
- ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
- ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
- οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
- εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
- ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
- ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
- τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
- αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
- ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
- Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
- οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
- οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
- χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
- ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
- Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
- ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
- Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
- Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
- ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
- λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
- ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
- τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
- Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
- εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
- ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
- Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
- Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
- χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
- τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
- χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
- πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
- δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
- ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
- τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
- δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
- κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
- ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
- πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
- ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
- ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
- τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
- δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
- ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
- ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
- δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
- κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
- χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
- ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
- αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
- τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
- ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
- τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
- εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
- ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
- Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
- Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
- ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
- μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
- τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
- ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
- Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
- λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
- ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
- μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
- ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
- ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
- τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
- ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
- ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
- ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
- λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
- τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
- αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
- ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
- ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
- ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
- εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
- ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
- ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
- Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
- ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
- αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
- ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
- οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
- οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
- νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
- ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
- εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
- ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
- ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
- ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
- ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
- ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
- ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
- Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
- καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
- οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
- ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
- δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
- αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
- κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
- σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
- καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
- ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
- ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
- Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
- τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
- οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
- ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
- οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
- τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
- Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
- γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
- μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
- ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
- ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
- τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
- τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
- ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
- Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
- νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
- ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
- χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
- ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
- ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
- βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.