Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
- Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
- μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
- ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
- ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
- οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
- ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
- ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
- Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
- Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
- ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
- ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
- ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
- οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
- σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
- χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
- ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
- ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
- ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
- ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
- κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
- τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
- ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
- πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
- ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
- ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
- τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
- ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
- τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
- νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
- πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
- ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
- ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
- ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
- ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
- ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
- Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
- γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
- τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
- θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
- ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
- πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
- δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
- ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
- ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
- λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
- τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
- ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
- ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
- τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
- Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
- Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
- τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
- βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
- ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
- τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
- ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
- ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
- ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
- ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
- τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
- κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
- Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
- ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
- Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
- ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
- Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
- χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
- οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
- μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
- ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
- ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
- ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
- ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
- χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
- κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
- Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
- ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
- ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
- θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
- Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
- χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
- τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
- στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
- ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
- ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
- τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
- τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
- Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
- οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
- ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
- ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
- ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
- ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
- δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
- χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
- πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
- πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
- ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
- δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
- Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
- δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
- ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
- λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
- τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
- ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
- ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
- ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
- Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
- τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
- τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
- Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
- ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
- Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
- ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
- Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
- οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
- οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
- ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
- ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
- ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
- δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
- τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
- πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
- χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
- Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
- οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
- μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
- νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
- ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
- τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
- Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
- ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
- πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
- Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
- τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
- νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
- ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
- τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
- υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
- Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
- ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
- βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
- ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
- οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
- ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
- πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
- ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
- Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
- τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
- ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
- ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
- οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
- τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
- βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
- ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
- γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
- Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
- ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
- ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
- τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
- βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
- ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
- ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
- Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
- υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
- ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
- τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
- πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
- φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
- αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
- ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
- ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
- Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
- ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
- θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
- χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
- τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
- οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
- ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
- πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
- ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
- Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
- τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
- θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
- αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
- καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
- θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
- ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
- τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
- ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
- βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
- δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
- ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
- ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
- ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
- ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
- ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
- ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
- ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
- πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
- αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
- δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
- κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
- δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
- δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
- ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
- δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
- ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
- γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
- ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
- ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
- ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
- ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
- τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
- μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
- Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
- καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
- δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
- ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
- χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
- τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
- ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
- αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
- αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
- ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
- ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
- τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
- τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
- πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
- τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
- υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
- τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
- ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
- βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
- ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
- υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
- ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
- ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
- λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
- δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
- ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
- εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
- ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
- πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
- ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
- βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
- ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
- τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
- βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
- Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
- στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
- Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
- καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
- οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
- ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
- ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
- Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
- εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
- ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
- Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
- ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
- ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
- εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
- οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
- ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
- ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
- ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
- δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
- καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
- ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
- ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
- ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
- καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
- πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
- ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
- ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
- ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
- ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
- ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
- ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
- ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
- ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
- ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
- τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
- ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
- Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
- ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
- τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
- ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
- ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
- εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
- πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
- αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
- εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
- χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
- τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
- μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
- πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
- ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
- ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
- οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
- κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
- τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
- Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
- ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
- δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
- ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
- μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
- οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
- μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
- ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
- νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
- αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
- ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
- τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
- ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
- ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
- τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
- αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
- ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
- ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
- Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
- Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
- εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
- ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
- θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
- οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
- οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
- ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
- ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
- τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
- ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
- ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
- αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
- Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
- ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
- δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
- ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
- τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
- λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
- τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
- τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
- τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
- εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
- τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
- ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
- νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
- ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
- καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
- αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
- τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
- βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
- δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
- τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
- ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
- πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
- αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
- ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
- ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
- τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
- αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
- ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
- αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
- ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
- Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
- δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
- ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
- πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
- τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
- σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
- Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
- οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
- τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
- ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
- θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
- ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
- ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
- γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
- καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
- μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
- ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
- πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
- ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
- χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
- ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
- οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
- τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
- ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
- νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
- Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
- ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
- τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
- ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
- αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
- ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
- γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
- τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
- οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
- ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
- ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
- ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
- ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
- πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
- ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
- οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
- τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
- ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
- καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
- κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
- χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
- τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
- εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
- ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
- εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
- ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
- ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
- τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
- ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
- εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
- ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
- ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
- πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
- φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
- ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
- λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
- Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
- ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·