Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
- δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
- τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
- ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
- πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
- αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
- ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
- ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
- τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
- αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
- ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
- αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
- ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
- Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
- δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
- ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
- πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
- τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
- σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
- Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
- οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
- τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
- ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
- θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
- ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
- ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
- γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
- καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
- μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
- ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
- πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
- ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
- χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
- ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
- οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
- τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
- ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
- νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
- Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
- ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
- τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
- ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
- αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
- ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
- γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
- τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
- οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
- ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
- ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
- ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
- ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
- πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
- ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
- οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
- τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
- ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
- καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
- κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
- χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
- τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
- εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
- ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
- εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
- ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
- ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
- τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
- ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
- εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
- ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
- ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
- πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
- φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
- ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
- λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
- Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
- ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
- ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
- πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
- μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
- ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
- λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
- ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
- μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
- τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
- μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
- τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
- οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
- οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
- Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
- οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
- ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
- τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
- πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
- ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
- τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
- παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
- χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
- καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
- εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
- Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
- ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
- τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
- δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
- βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
- τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
- εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
- ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
- αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
- κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
- ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
- τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
- ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
- σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
- ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
- σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
- νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
- ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
- οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
- ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
- τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
- φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
- μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
- ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
- κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
- ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
- ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
- ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
- αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
- κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
- τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
- Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
- ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα