Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
- τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
- πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
- τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
- υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
- τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
- ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
- βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
- ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
- υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
- ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
- ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
- λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
- δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
- ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
- εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
- ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
- πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
- ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
- βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
- ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
- τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
- βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
- Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
- στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
- Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
- καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
- οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
- ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
- ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
- Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
- εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
- ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
- Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
- ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
- ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
- εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
- οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
- ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
- ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
- ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
- δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
- καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
- ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
- ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
- ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
- καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
- πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
- ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
- ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
- ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
- ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
- ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
- ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
- ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
- ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
- ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
- τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
- ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
- Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
- ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
- τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
- ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
- ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
- εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
- πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
- αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
- εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
- χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
- τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
- μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
- πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
- ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
- ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
- οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
- κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
- τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
- Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
- ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
- δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
- ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
- μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
- οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
- μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
- ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
- νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
- αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
- ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
- τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
- ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
- ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
- τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
- αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
- ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
- ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
- Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
- Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
- εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
- ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
- θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
- οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
- οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
- ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
- ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
- τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
- ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
- ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
- αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
- Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
- ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
- δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
- ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
- τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
- λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
- τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
- τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
- τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
- εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
- τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
- ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
- νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
- ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
- καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
- αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
- τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·