Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
- οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
- ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
- τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
- Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
- τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
- δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
- ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
- ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
- ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
- πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
- κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
- ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
- νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
- ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
- τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
- σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
- τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
- Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
- μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
- ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
- ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
- οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
- ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
- ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
- Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
- Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
- ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
- ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
- ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
- οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
- σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
- χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
- ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
- ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
- ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
- ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
- κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
- τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
- ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
- πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
- ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
- ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
- τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
- ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
- τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
- νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
- πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
- ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
- ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
- ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
- ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
- ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
- Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
- γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
- τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
- θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
- ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
- πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
- δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
- ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
- ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
- λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
- τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
- ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
- ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
- τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
- Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
- Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
- τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
- βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
- ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
- τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
- ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
- ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
- ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
- ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
- τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
- κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
- Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
- ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
- Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
- ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
- Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
- χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
- οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
- μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
- ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
- ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
- ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
- ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
- χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
- κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
- Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
- ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
- ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
- θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
- Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
- χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
- τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
- στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
- ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
- ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
- τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
- τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
- Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
- οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
- ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
- ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
- ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
- ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
- δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
- χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
- πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
- πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
- ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
- δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
- Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
- δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
- ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα