Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
  2. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  3. τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
  4. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
  5. ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
  6. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
  7. φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
  8. ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
  9. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
  10. δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
  11. κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
  12. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  13. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  14. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
  15. σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
  16. αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
  17. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  18. τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
  19. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  20. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  21. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
  22. ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
  23. οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
  24. ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
  25. Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
  26. ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
  27. πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
  28. ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
  29. ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
  30. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
  31. σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
  32. μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
  33. οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
  34. μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
  35. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
  36. ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
  37. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
  38. τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
  39. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
  40. καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  41. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  42. ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  43. ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
  44. ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
  45. ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
  46. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  47. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
  48. ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
  49. ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
  50. εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
  51. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
  52. βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
  53. αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
  54. ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
  55. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
  56. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
  57. ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
  58. αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
  59. πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
  60. ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
  61. ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
  62. Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
  63. ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
  64. Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
  65. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  66. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  67. ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
  68. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
  69. τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
  70. σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
  71. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
  72. πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  73. ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
  74. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
  75. οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
  76. νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
  77. ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
  78. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  79. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
  80. πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
  81. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
  82. ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
  83. Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
  84. Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
  85. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
  86. ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
  87. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  88. οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
  89. οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  90. ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
  91. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
  92. εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
  93. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
  94. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
  95. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
  96. πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
  97. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
  98. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  99. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
  100. τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
  101. οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
  102. ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
  103. ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
  104. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
  105. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
  106. ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
  107. οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
  108. καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
  109. οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
  110. ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
  111. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
  112. Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
  113. ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
  114. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
  115. δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
  116. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
  117. τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
  118. ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
  119. ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
  120. οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
  121. ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
  122. κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
  123. Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
  124. υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
  125. Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
  126. πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
  127. Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
  128. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
  129. γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
  130. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
  131. αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
  132. τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
  133. Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
  134. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
  135. ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
  136. παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
  137. πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
  138. κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
  139. τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.