Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
  • οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
  • Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
  • ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
  • αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
  • δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
  • ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
  • τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
  • ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
  • ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
  • οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
  • ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
  • κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
  • Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
  • υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
  • Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
  • πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
  • Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
  • τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
  • γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.