Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
  2. αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
  3. τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
  4. Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
  5. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
  6. ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
  7. παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
  8. πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
  9. κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
  10. τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
  11. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  12. τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
  13. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
  14. ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
  15. τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
  16. Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
  17. τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
  18. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  19. ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
  20. δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος