Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
  2. Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
  3. ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
  4. αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
  5. κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
  6. ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
  7. ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
  8. οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
  9. ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
  10. εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
  11. ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
  12. τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
  13. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
  14. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  15. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  16. Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
  17. παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
  18. καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
  19. πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
  20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.