Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
  2. ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
  3. ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
  4. εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  5. πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
  6. σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
  7. ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
  8. ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
  9. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  10. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  11. ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
  12. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  13. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
  14. οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
  15. ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
  16. ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
  17. δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
  18. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
  19. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  20. αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·