Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
  • Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
  • οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
  • τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
  • ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
  • Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
  • οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,